Page:Loeb Classical Library, L001 (1919).djvu/22

This page has been proofread, but needs to be validated.

ΑΠΟΛΛΩΝΙΟΥ ΠΟΔΙΟΥ

ΑΡΓΟΝΑΥΤΙΚΩΝ


Α

Ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶνμνήσομαι, οἵ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτραςΚυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαοχρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.
Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσωμοῖρα μένει στυγερή, τοῦδ' ἀνέρος, ὅντιν' ἴδοιτοδημόθεν οἰοπέδιλον, ὑπ' ἐννεσίῃσι δαμῆναι.δηρὸν δ' οὐ μετέπειτ' ἐτεὴν[1] κατὰ βάξιν Ἰήσωνχειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου10ἄλλο μὲν ἐξεσάωσεν ὑπ' ἰλύος, ἄλλο δ' ἔνερθενκάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.ἵκετο δ' ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσωνεἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοιςῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.αἶψα δὲ τόνγ' ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλονἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ' ἐνὶ πόντῳἠὲ καὶ ἀλλοδαποῖσι μετ' ἀνδράσι νόστον ὀλέσσῃ.
  1. μετέπειτ' ἐτεὴν Merkel: μετέπειτα τεὴν LG.
2